Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.174 Joseph. AJ 10.178 (English) >>Joseph. AJ 10.183

10.177ὑποσχομένου δὲ τοῦ προφήτου διακονήσειν αὐτοῖς πρὸς τὸν θεὸν συνέβη μετὰ δέκα ἡμέρας αὐτῷ φανέντα τὸν θεὸν εἰπεῖν δηλῶσαι Ἰωάννῃ καὶ τοῖς ἄλλοις ἡγεμόσι καὶ τῷ λαῷ παντί, ὅτι μένουσι μὲν αὐτοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ παρέσται καὶ πρόνοιαν ἕξει καὶ τηρήσει παρὰ τῶν Βαβυλωνίων οὓς δεδίασιν ἀπαθεῖς, πορευομένους δὲ εἰς Αἴγυπτον ἀπολείψει καὶ ταὐτὰ διαθήσει ὀργισθείς, καὶ τοὺς ἀδελφοὺς αὑτῶν ἔμπροσθεν οἴδατε 10.178πεπονθότας.” ταῦτα εἰπὼν τῷ Ἰωάννῃ καὶ τῷ λαῷ τὸν θεὸν αὐτοῖς προλέγειν προφήτης οὐκ ἐπιστεύετο, ὡς κατὰ ἐντολὴν τὴν ἐκείνου μένειν αὐτοὺς ἐν τῇ χώρᾳ κελεύει, χαριζόμενον δὲ Βαρούχῳ τῷ ἰδίῳ μαθητῇ καταψεύδεσθαι μὲν τοῦ θεοῦ, πείθειν δὲ μένειν αὐτόθι, ὡς ἂν ὑπὸ τῶν Βαβυλωνίων διαφθαρῶσι. 10.179παρακούσας οὖν τε λαὸς καὶ Ἰωάννης τῆς τοῦ θεοῦ συμβουλίας, ἣν αὐτοῖς διὰ τοῦ προφήτου παρῄνεσεν, ἀπῆρεν εἰς τὴν Αἴγυπτον ἄγων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαροῦχον. 10.180

Γενομένων δὲ αὐτῶν ἐκεῖ σημαίνει τὸ θεῖον τῷ προφήτῃ μέλλοντα στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους τὸν βασιλέα τῶν Βαβυλωνίων, καὶ προειπεῖν ἐκέλευε τῷ λαῷ τήν τε ἅλωσιν τῆς Αἰγύπτου, καὶ ὅτι τοὺς μὲν αὐτῶν ἀποκτενεῖ, τοὺς δὲ αἰχμαλώτους λαβὼν εἰς Βαβυλῶνα ἄξει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.174 Joseph. AJ 10.178 (English) >>Joseph. AJ 10.183

Powered by PhiloLogic